Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83]
καὶ τοίνυν ἐὰν εἴπῃ τις εἰσελθὼν ὅτι πεφώραταί
τις ξένος ἢ καὶ πολίτης ἢ χεῖρα ἢ δάκτυλον ἀφαιρῶν ἀνδριάντος,
βοήσεσθε καὶ παραχρῆμα ἐπιθεῖναι κελεύσετε ἐπὶ τὸν τροχόν.
καίτοι χειρὸς μὲν ἀφαιρεθείσης ἢ δόρατος ἢ φιάλης, ἐὰν τύχῃ κρατῶν,
ἡ τιμὴ μένει καὶ τὸ σύμβολον ἔχει τῆς ἀρετῆς ὁ τιμηθείς, ὁ
δὲ χαλκὸς μόνος ἐλάττων γέγονεν: τῆς δὲ ἐπιγραφῆς ἀνῃρημένης
[p. 244]
ἀνῄρηται δήπουθεν ἡ μαρτυρία καὶ τὸ δοκεῖν ἄξιον ἐπαίνου γεγονέναι
τὸν ἄνθρωπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.