Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
καθόλου δὲ πάντων ὧν μέλλουσιν ἐρεῖν λόγων οὐδενὸς
ἔχοντος ἐπιεικὲς οὐδέν, ὁ τοιοῦτός ἐστιν ἀτοπώτατος, ὡς ἄρα οὐδενὸς
ἅπτονται τῶν γνωρίμων ἀνδριάντων οὐδὲ οὓς ἐπίσταταί τις
ὧν εἰσιν, ἀλλὰ ἀσήμοις τισὶ καὶ σφόδρα παλαιοῖς καταχρῶνται.
καθάπερ εἴ τις λέγοι μηδένα τῶν ἐπιφανῶν ἀδικεῖν πολιτῶν, ἀλλὰ
τοὺς δημοτικοὺς καὶ οὓς μηδεὶς οἶδεν. καίτοι μὰ τὸν Δία οὐχ
ὅμοιον. ἐν μὲν γὰρ τοῖς ζῶσι καὶ δι᾽ εὐγένειαν καὶ δι᾽ ἀρετὴν
ἄλλος ἄλλου φανερώτερός ἐστι, καὶ διὰ πλοῦτον τοῦτο συμβαίνει
καὶ δι᾽ ἑτέρας προφάσεις ἀξιολόγους: ἐπὶ δὲ τῶν εἰκόνων μὴ τοὐναντίον
λέγοι τις ἂν ὥς εἰσιν αὗται βελτιόνων ἀνδρῶν. οὐ γὰρ
δἰ ἀγένειαν ἢ κακίαν τινὰ οὐκ ἐπιστάμεθα αὐτούς, οἵ γε τῶν αὐτῶν
τοῖς λαμπροτάτοις τετεύχασιν, ἀλλὰ διὰ μῆκος χρόνου τοῦτο
γέγονεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.