previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[65] ὧν μηδὲν εὖ πεπόνθασιν. ὅσῳ δὴ χεῖρον τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαιτιμὰς τὸ τοὺς ἄλλους καὶ τὸ τοὺς εὐεργέτας βλάπτειν τοῦ τὸν τυχόντα ἀδικεῖν οὐδένα λανθάνει. καὶ τοίνυν καὶ τοὺς Ἐφεσίους, εἴ τις ἀφέλοι τὸ πρὸς τὴν θεόν, κατ᾽ αὐτὸ τοῦτο φαίη τις ἂν ἧττον ἁμαρτάνειν λαβόντας ἀπ᾽ ἐκείνων τῶν χρημάτων τοὺς οὕτω προσφερομένους ταῖς εἰκόσιν, οὐ μόνον διὰ τὰ νῦνεἰρημένα δήπουθεν, ὅτι μηδὲν προσήκοντας ἀνθρώπους ἔμελλον ἀδικεῖν, ὧν τοὺς πολλοὺς οὐδὲ ἔγνωσαν, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ πράγματος αἰτίαν. τοῖς μὲν γὰρ παρακαταθήκην τινὰ μὴ φυλάξασιν οὐδεὶς ἂν οὐδὲν ἔτι τῶν ἑαυτοῦ πιστεύσειεν: τοὺς δὲ ὑβρίζοντας εἰς τοὺς εὐεργέτας οὐδεὶς κρινεῖ χάριτος ἀξίους. ὥσθ᾽ κίνδυνοσὑμῖν μὲν ἐν τῷ μηκέτ᾽ εὖ πάσχειν ὑπὸ μηδενός, ἐκείνοις δὲ ἐν τῷ μηκέτι φυλάττειν τὰ ἀλλότρια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: