Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
εἰ τοίνυν, ὅτι μὴ παρ᾽ ὑμῶν
εἰλήφασι, διὰ τοῦτο ἔλαττον ἀδικεῖν οἴεσθε, ἢ εἴ τι τῶν ἄλλως
ὑπαρχόντων τινὸς ἀφῃρεῖσθε, τῶν ἄγαν τι φανερῶν ἀγνοεῖτε: πρῶτον
μὲν ὅτι πάντες οἵ τινα ἀποστεροῦντες ὁτιοῦν κἀκεῖνον ἀδικοῦσιν
οὐχ ἧττον, παρ᾽ οὗ ποτ᾽ ἂν τοῦτο εἰληφὼς τύχῃ: οἷον οἱ τῶν
δημοσίων τι καταλύοντνς οἰκοδομημάτων, ὅ τις τῶν καθ᾽ ἕνα ἐποίησε
χαριζόμενος ὑμῖν, μᾶλλον ἂν δόξειαν τὸν ποιήσαντα ἀδικεῖν
[p. 238]
ἢ τὴν πόλιν. οὐκοῦν ὁ αὐτὸς λόγος κἂν ἡ πόλις ᾖ τι τῶν ἰδιωτῶν
τινι δεδωκυῖα πρὸς τὸν ἀφαιρούμενον τοῦτο. τοιγαροῦν ὑμεῖς
πρὸς ἐκείνοις, ὧν τὰς εἰκόνας ἀνεστήσατε, καὶ τὴν πόλιν οἶμαι τὴν
δεδωκυῖαν ἀδικεῖτε, τοῦτ᾽ ἔστιν ἑαυτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.