Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[58]
οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν. καίτοι καὶ θεοφιλεῖς ἅπαντες οἱχρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶς μὲν οὐχ ὁ τῶν κτημάτων
τι τῶν ἡμετέρων ἀφαιρούμενος, ἀλλ᾽ ἂν τοὺς φίλους βλάπτῃ τις
τοὺς ἡμετέρους ἀδικεῖ τῷ παντὶ πλέον: τοὺς δέ γε θεοὺς φήσομεν,
ὡς ἔοικε, τῶν φίλων μᾶλλον ὀλιγωρεῖν ἢ τῶν κτημάτων;
ἀλλὰ πάντα μὲν προσήκει βεβαίως ἔχειν τοὺς κτησαμένους,καὶ ταῦτα ἐν δημοκρατίᾳ καὶ παρ᾽ ὑμῖν, οἳ μέγιστον φρονεῖτε ἐπὶ
τῷ νομίμως καὶ δικαίως διοικεῖν τὰ παρ᾽ ἑαυτοῖς, μάλιστα δὲ οἶμαι
τὰς τιμὰς καὶ τὰς χάριτας: οὐ μόνον, ἐπειδὴ τὰ μὲν ἄλλα καὶ
φαῦλος ὤν τις ἂν ἔχοι, χρήματα, οἰκίας, ἀνδράποδα, χώρας, ταῦτα
δὲ μόνοις ὑπάρχει τοῖς ἐπιεικέσιν: ἀλλὰ καὶ δι᾽ ἐκεῖνο, ὅτι ταῦταμὲν ἔστι κεκτῆσθαι καὶ δι᾽ ἑτέρου τρόπου, κληρονομήσαντα ἢ πριάμενον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.