Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
καθόλου δὲ ἄλλως ἔγωγε φιλονικεῖν ἔοικα
πρὸς τὸν εἰπόντα δὴ ὡς τῆς πόλεως πάντες εἰσὶν οἱ ἀνδριάντες.
ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡς οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον.
τὰ γοῦν ἐν τοῖς ἱεροῖς ἀναθήματα, ἃ κατασκευάσασα ἡπόλις ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶς ἀμφισβητήσειεν ὡς
οὐ δημόσιά ἐστιν. ἆρ᾽ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοις
πρὸς ἄλλο τι; νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δ᾽ εἰκόνες
τιμαί: κἀκεῖνα δέδοται τοῖς θεοῖς, ταῦτα δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.