Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
νὴ Δία, ἀλλὰ δαπανήσομεν, εἰ μὴ τοῖς οὖσι χρησόμεθα καὶ
πολλῶν δεήσει χρημάτων, ἐὰν πᾶσι κατασκευάζωμεν ἀνδριάντας
ὅσοις ψηφιζόμεθα. καὶ πόσῳ κρεῖττον ἐλάττοσι διδόναι τὴν δωρεὰν
ἢ πλείους ἐξαπατᾶν, μέλλοντάς γε ὑπὸ πλειόνων καταγιγνώσκεσθαι
καὶ μισεῖσθαι, σαφῶς εἰδότων ὃ ποιεῖτε; καὶ γὰρ εἰ μὲν
οὐ σφόδρα ἐπιεικεῖς εἰσιν, οὓς ὁπωσδήποτε ἵστατε νῦν, ὃ μηδαμῇ
φρονοῦντες εἴποιτ᾽ ἄν, ὁρᾶτε τὸ γιγνόμενον: διὰ γὰρ τοὺς φαύλους
ἀδικεῖτε τοὺς χρηστούς. ὅτι γὰρ ὑμῶν οἱ πρόγονοι μὴ ἐθαύμαζον
εἰκῇ μηδὲ ἀνάξιόν τινα ἐγὼ διαβεβαιωσαίμην ἄν. εἰ δὲ
ἀγαθοὺς τιμᾶτε, τούς γε τοιούτους εἰκὸς ἄχθεσθαι τῷ πράγματι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.