Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
οὐκοῦν ὅτι μὲν τὰ γιγνόμενα ὀρθῶς καὶ μηθὲν
ἔχοντα ἄτοπον οὐδεὶς περιστέλλει δῆλόν ἐστιν. ὅτι δὲ ἥκιστ᾽ ἄν
τις φυλάξαιτο τοὺς εὖ πάσχοντας εἰδέναι τίνα τρόπον τῆς χάριτοστυγχάνουσι καὶ τῶν γιγνομένων περὶ τὴν τιμὴν ὁτιοῦν, εἴ γέ τις
ἁπλῶς αὐτὸ πράττοι καὶ δικαίως, ἔτι μοι δοκεῖ τοῦ πρώτου φανερώτερον:
ὥστε ἀνάγκη τὸ συμβαῖνον εἶναι πανταχῇ φαῦλον καὶ
μηδενὶ μηδὲ ἰδιώτῃ πρέπον. ὁ γὰρ ἐν αὐτοῖς οἷς τινας εὖ ποιεῖ,
παθὼν πρότερος ἢ νὴ Δία κατάρχων καὶ προκαλούμενος εἰς φιλίαν,παρακρουόμενος καὶ φενακίζων, τί ἂν οὗτος ἄλλως ποιήσειεν;
ἐπίστασθε τοίνυν ὅτι μηδένα λανθάνει τὸ γιγνόμενον, ἀλλ᾽
ἔστι διαβόητον καὶ τῶν παρὰ πᾶσι θρυλουμένων, οὐ μόνον ἐπειδὴ
λίαν κατακόρως καὶ ἀνέδην αὐτῷ κέχρηνταί τινες, ἀλλὰ καὶ ὅτι παρ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.