Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
οὐκοῦν ὁ τὸν μὲν παρόντα θεραπεύων, ὀλιγωρῶν δὲ τοῦ θᾶττονφίλου, καὶ τῆς μὲν γεγενημένης χρείας ἐπιλελησμένος, τὴν δ᾽ ἐλπιζομένην
ὠφέλειαν περὶ πλείστου ποιούμενος, ἆρ᾽ οὐκ ἴστε ἧστινος
τυγχάνει προσηγορίας; οὐ κόλαξ ὁ τοιοῦτος ὀνομάζεται παρὰ
πᾶσιν; οὐκ ἀγεννής, οὐκ ἄπιστος δοκεῖ; νῦν τοίνυν οὐδὲ τοῦτο
περιγίγνεται τῇ πόλει, τὸ θεραπεύεσθαί τινας ὑπὸ αὐτῆς καὶ μεγάλουτινὸς οἴεσθαι τυγχάνειν ὧν ἂν τὰ ὀνόματα ἐπιγράφηται.
τοὐναντίον γὰρ δυσχεραίνουσι καὶ μέμφονται παρ᾽ αὑτοῖς, εἰ καὶ
σιωπῶσιν ἄλλως, προσκρούειν οὐ θέλοντες. ἢ νόμισμα μὲν εἴ τῳ
χαρίζοισθε κίβδηλον, οὐδεὶς ἂν ἑκὼν λάβοι, μᾶλλον δὲ ὕβριν ἡγοῖτο
ἢ δωρεὰν τὸ γιγνόμενον: τιμὴν δὲ κίβδηλον καὶ μηδὲν ἔχουσαν ὑγιὲς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.