previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] καὶ μὴν εἴ τίς με ἔροιτο, τὴν μεγίστην ὡς οἷόν τε ἑκατέρων βλάβην φερόντων, τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς, εἰ μὴ δυνατὸν ἀμφότερα εὐλαβηθῆναι, πότερον αὐτῶν ἐπιεικέστερον κρίνω [p. 226] καὶ μετριωτέρων ἀνθρώπων, οὐκ ἂν διστάσας τὸ περὶ τὰς τιμωρίας εἴποιμι: εἴ γε τοῦτο μὲν ἔστιν ἀνενεγκεῖν εἰς φιλανθρωπίαν, εἰς ἔλεον, εἰς ἄλλα τοιαῦτα, ἅπερ ἐστὶν οἰκεῖα τοῖς χρηστοῖς: τὸ δὲ τῶν ἀρίστων ἀνδρῶν ἐπιλανθάνεσθαι καὶ τὰ τῆς ἀρετῆς ἆθλα ἀποστερεῖν οὐκ ἔνι τυγχάνειν οὐδεμιᾶς εὐπρεποῦς προφάσεως,ἀλλ᾽ ἀχαριστίᾳ, φθόνῳ, μικρολογίᾳ, πᾶσι τοῖς αἰσχίστοις ἀνάγκη προσήκειν. ἔτι δὲ οἱ μὲν τοὺς ὄντας πονηροὺς ἧττον κατείργουσι, τὰς κολάσεις ἀνιέντες: οἱ δὲ αὐτοὶ τὰ μέγιστα ἐξαμαρτάνουσι περὶ τοὺς εὐεργέτας. τοσούτῳ δὲ τοῦτο ἐκείνου κάκιον ὅσῳ τὸ αὐτὸν ἀδικεῖν τοῦ μὴ σφόδρα κωλύειν ἕτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: