Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[155]
φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι
τοῖς ὑποκριταῖς. ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι,
καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα καὶ
μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι
Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δ᾽, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ
[p. 264]
Πέρσην: καὶ ταῦτ᾽ ἐπ᾽ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι.
καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθ᾽ ἕτερα τὸ ψεῦσμα ἐλέγχει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.