Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[154]
ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος.
πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν,
ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν;εἶτα τῶν μὲν γυναικῶν
τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν
ἡγεῖσθε καταψευδομένας: αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες
ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι
λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.