Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[152]
καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί
[p. 263]
δήποτε οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς
εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον
δήπουθεν ὂν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην
ἔχον: φαίητ᾽ ἂν οἶμαι: οὐ διὰ τὸ μὴ ὑβρίζεσθαι ἀλλὰ καὶ διὰ
τὸ διαμένειν, εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν.
νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων
ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ
σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται,
κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι δι᾽ ἡνδήποτ᾽ αἰτίαν, οὐκέτ᾽ εἰσὶν
οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.