Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
πλήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει
τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν
τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ
πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται
πολλοὺς τιμᾶν. ἔτι δὲ κἀκεῖνό ἐστιν: οὐ γὰρ μόνον διὰ
τοῦτο πλείστους εἶναι παρ᾽ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλ᾽
οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν
ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ᾽ ὑμῖν
μηδέν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.