Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[140]
ἀλλ᾽ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς
δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρ᾽ οἷς ἂν νόμῳ γίγνηται
τὸ τοιοῦτον, ἥττονα ἂν ἔχειν κατηγορίαν ἢ παρ᾽ οἷς ἂν κατὰ
ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε
γένοιτο χείρων: οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς
γεγραμμένοις: τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον
ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.