Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[121]
ἔτι δ᾽ εἰ μὲν ἐν τοῖς ἄλλοις μηδὲν αὐτῶν διεφέρετε, οὐδὲνἴσως ἔδει καθ᾽ ἓν τοῦτο φιλοτιμεῖσθαι καὶ σκοπεῖν ὅπως κρείττους
δόξετε. νῦν δὲ οὐθέν ἐστιν ἐφ᾽ ὅτῳ τῶν ἐκεῖ γιγνομένων
οὐκ ἂν αἰσχυνθείη τις. οἷον εὐθὺς τὰ περὶ τοὺς μονομάχους οὕτω
σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δ᾽ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ
κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε οἱ Κορίνθιοιμὲν ἔξω τῆς πόλεως θεωροῦσιν ἐν χαράδρᾳ τινί, πλῆθος μὲν δυναμένῳ
δέξασθαι τόπῳ, ῥυπαρῷ δὲ ἄλλως καὶ ὅπου μηδεὶς ἂν
μηδὲ θάψειε μηδένα τῶν ἐλευθέρων, Ἀθηναῖοι δὲ ἐν τῷ θεάτρῳ
θεῶνται τὴν καλὴν ταύτην θέαν ὑπ᾽ αὐτὴν τὴν ἀκρόπολιν, οὗ τὸν
Διόνυσον ἐπὶ τὴν ὀρχήστραν τιθέασιν: ὥστε πολλάκις ἐν αὐτοῖς
τινα σφάττεσθαι τοῖς θρόνοις, οὗ τὸν ἱεροφάντην καὶ τοὺς ἄλλους
ἱερεῖς ἀνάγκη καθίζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.