Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[118]
οὐ γὰρ
ὃν τρόπον τὰ καλῶς παρ᾽ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν
ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται
παρ᾽ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν, ὥστε μιμεῖσθαι, τοὐναντίον
δὲ ὑπὲρ τοῦ φυλάξασθαι καὶ μὴ λαθεῖν εἴς τι τοιοῦτον ἐμπεσόντας.
καὶ γὰρ εἰ μὲν ἐπαινῶν τις ἐκείνους ταῦτα ἔλεγε καὶ μηδὲν
χείρονος δόξης ἀποφαίνων ἐπιτυγχάνοντας, ἦν μὲν ἂν δήπουθεν
εὐήθης, μᾶλλον δὲ ἀναιδής: πλὴν κατά γε τὴν ἑαυτοῦ γνώμην παρεῖχέ
τινα ἀφορμὴν τοῖς ἁμαρτάνειν βουλομένοις. εἰ δ᾽ ὡς αἰσχρὰ
καὶ ὀνείδη πάντες αὐτὰ προφέρουσι καὶ οὐθεὶς ἂν εἴποι τῶν
ἐγκωμιαζόντων τὴν πόλιν τοιοῦτον οὐδέν, ἀλλ᾽ ἤτοι βλασφημῶν
τις ἢ καθαπτόμενος ἄλλως καὶ ἐπιπλήττων, παντελῶς εὐήθης ὁ
διὰ τῶν τοιούτων ὑμᾶς προτρέπειν δοκῶν ὥστε ἀμελεῖν τῶν παρ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.