Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[116]
ἤδη τοίνυν ἤκουσά τι καὶ τοιοῦτόν τινος ἀποσχεδιάζοντος, ὅτι
[p. 253]
καὶ παρ᾽ ἑτέροις ἰδεῖν ἔστι τοῦτο γιγνόμενον: πάλιν δὲ ἑτέρου, ὡς
καὶ παρ᾽ Ἀθηναίοις πολλὰ πράττεται νῦν, οἷς οὐκ ἀπεικότως ἄν
τις ἐπιπλήξειεν, οὐ περὶ τὰ ἄλλα μόνον, ἀλλὰ καὶ περὶ τὰς τιμάς:
οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν οὐδὲ φύσει πολίτην
ἑαυτῶν, Φοίνικα δὲ ἄνθρωπον οὐκ ἀπὸ Τύρου καὶ Σιδῶνος, ἀλλ᾽
ἀπὸ κώμης τινὸς ἢ τῆς ἠπείρου, καὶ ταῦτα πιττούμενον τοὺς βραχίονας
καὶ περιδήματα φοροῦντα: τὸν δεῖνα δὲ τὸν εὐχερῆ λίαν
ποιητήν, ὃς καὶ παρ᾽ ὑμῖν ποτε κἀνθάδε ἐπεδείξατο, οὐ μόνον
χαλκοῦν ἑστάκασιν, ἀλλὰ καὶ παρὰ Μένανδρον. λέγειν δὲ εἰώθασιν
οἱ διασύροντες τὴν πόλιν καὶ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῆς Νικάνορος
εἰκόνος, ὃς αὐτοῖς καὶ τὴν Σαλαμῖνα ἐωνήσατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.