previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[110] τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον. διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρ᾽ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρ᾽ ἑτέροις εἰκόνος. καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν: ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλ᾽ ὅτι μὴ ῥᾳδίως μηδ᾽ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα ἐφ᾽ ἡμῶν, ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρ᾽ Ἠλείοις, καὶ τοῦτον ὅρον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ποίαν ἔτι δόξαν ἔσχεν στέφανος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: