Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[109]
καίτοι φέρε, εἴ τις
ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα
εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε
εἶναι τὸν λέγοντα. νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε: ὅσου γὰρ ἀνδριὰς
[p. 251]
γένοιτ᾽ ἄν, τοσοῦτον ἐφ᾽ ἑκάστῳ κερδαίνετε: πλὴν ὅτι γε
αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπ᾽ ἐξαγωγῇ, καθάπερ οἶμαι
τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν
ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας,
ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.