Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[108]
εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε
δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε. νῦν δ᾽
εἰσὶν οὓς αὐτοὺς ἵστατε: ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων
ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα
ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε; ἢ τί βουλόμενοι
τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι; καὶ
γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς
ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ
εἰς τὸ πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε,
ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ
τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.