Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[105]
τότε δὲ ὑπὸ τῶν πολεμίων. εἶεν: οὐ τοίνυν οὐδὲ
τοῦτο ἔστιν εἰπεῖν ὡς πλείονας τιμᾶτε: τὸ γὰρ πλῆθος αὐτὸ
δηλοῖ τῶν ἐξ ἐκείνου τοῦ χρόνου κειμένων ἀνδριάντων. χωρὶς δὲ
τούτου τίς ἂν εἴποι πλείους εἶναι τοὺς νῦν φιλοτιμουμένους περὶ τὴν πόλιν;
νὴ Δία, ἀνάγκην γὰρ ἡμεῖς ἔχομεν τοὺς ἡγεμόνας τιμᾶν ἅπαντας.
τί δ᾽; οὐχὶ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ Βυζάντιοι
καὶ Μυτιληναῖοι τοὺς αὐτοὺς τούτους θεραπεύουσιν; ἀλλ᾽ ὅμως
ὅταν δόξῃ τινὰ στῆσαι χαλκοῦν, ἱστᾶσι καὶ τῆς εἰς τοῦτο δαπάνης
εὐποροῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.