Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83]
ταῦτα δὴ λογιζόμενος οὐκ ἄχθεται
καρτερῶν. κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάν τε παρέχοντας
καὶ σωτηρίαν ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων
τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι
καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας,
ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους
ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει
καὶ ἀσθενεῖς ἀποδείκνυσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.