Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ
ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν
ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι
χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα
ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ
ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς
δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος δι᾽ αἰῶνος
οὐδέποτε κάμνει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.