Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον
αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει.
πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει
τὸ αἶσχος αὐτῷ; ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων
πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; ὁ δὲ αὖ τὸν ἀνόητον
ὡς φρόνιμον ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος
διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται
βλάβην: ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις
ἐπιτρέπειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.