previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν. ἔστιν οὖν ὅντινα ἐν τῷ λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπραγμόνων κατασκευάσας ἐπήρειαν; περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης ἐν συνηγορίᾳ προύδωκα; καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλ̓ ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθ̓ ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοιούτοις ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλ̓ ἔστι μοι πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλ̓ ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν. οἴδατε γὰρ ὑμεῖς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανειζομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: