previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας [p. 71] ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐδὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐδὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ προσόντα κακὰ μὰ Δἴ οὐ μέλλων νῦν ἐρεῖν γράψειν, ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ παρὰ τῶν θεῶν, ἧς καταφρονοῦσιν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: