previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] πολὺ καταδεέστερον ἔχω πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος. τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν: ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν μὲν δύνανται παραινοῦσιν, [p. 46] δ̓ ἄν ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμονεστάταις καὶ ἀρίσταις πόλεσι τὸ λοιπόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: