previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] κρείττω περὶ αὐτῆς ἐξέσται λέγειν. εἴτε γὰρ ὑπὲρ γενέσεως αὐτῆς πολυπραγμονεῖν ἐθέλοι τις, ἀνάγκη τὴν ἀρχὴν αὐτῆς ἐπανάγειν ἐπὶ τὰ μέγιστα τῶν θείων πραγμάτων. γὰρ αὐτὴ καὶ φιλία ἐστὶ καὶ καταλλαγὴ καὶ συγγένεια, καὶ ταῦτα πάντα περιείληφεν. καὶ τὰ στοιχεῖα δὲ τί ἄλλο ὁμόνοια ἑνοῖ; καὶ δἰ οὗ σῴζεται πάντα τὰ μέγιστα, τοῦτό ἐστι, καὶ δἰ οὗ πάντα ἀπόλλυται, τοὐναντίον. εἰ μὲν οὖν μὴ θνητὸν ἦμεν οἱ ἄνθρωποι γένος μηδ̓ ἔδει πολλὰ εἶναι τὰ φθείροντα ἡμᾶς, οὐκ ἂν ἦν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις στάσις, ὥσπερ οὐδὲ ἐν τοῖς θείοις ἔνεστιν. δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας καὶ τῆς ἀφθάρτου διαμονῆς ἐκείνων, τοῦτό ἐστιν, ὅτι μὴ πάντες ὁμονοίας αἰσθανόμεθα, ἀλλ̓ εἰσὶν οἱ καὶ τὴν ἐναντίαν αὐτῇ φιλοῦντες, τὴν στάσιν, ἧς μέρη καὶ ὑπουργήματα πόλεμοι καὶ μάχαι, καὶ ταῦτα ἐν τοῖς δήμοις ἀναστρέφεται

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: