Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[97]
τὸ μὲν οὖν σῶμα μόλις διέσωσαν ἐπὶ τὰς ναῦς οἱ Αἴαντες.
οἱ γὰρ Τρῶες ἤδη θαρροῦντες καὶ νικᾶν νομίζοντες, μαλακώτερονἐφείποντο: ὁ δὲ Ἕκτωρ ἐνδυσάμενος τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐπίσημα
ὄντα ἔκτεινέ τε καὶ ἐδίωκε μέχρι τῆς θαλάττης, ὡς ὁμολογεῖ
ταῦτα Ὅμηρος. νὺξ δὲ ἐπιγενομένη ἀφείλετο μὴ πάσας ἐμπρῆσαι
τὰς ναῦς. τούτων δὲ οὕτως γενομένων, οὐκ ἔχων ὅπως κρύψῃ
τἀληθές, Πάτροκλον εἶναί φησι τὸν ἐπεξελθόντα μετὰ τῶν Μυρμιδόνων,ἀναλαβόντα τὰ τοῦ Ἀχιλλέως ὅπλα, καὶ τοῦτον ὑπὸ τοῦ
Ἕκτορος ἀποθανεῖν, καὶ τὸν Ἕκτορα τῶν ὅπλων οὕτως κρατῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.