Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[78]
ὅθεν Αἰνείαν τε οὕτως ἐπελθὼν
ὀλίγου ἀπέκτεινεν ἐν τῇ Ἴδῃ καὶ πολλοὺς ἄλλους κατὰ τὴν χώραν,
καὶ τῶν φρουρίων ᾕρει τὰ κακῶς φυλαττόμενα: οὐδὲ γὰρ τῆς γῆς
ἐπεκράτουν οἱ Ἀχαιοὶ ἀλλ᾽ ἢ μόνον τοῦ στρατοπέδου. τεκμήριον
δέ: οὐ γὰρ ἄν ποτε Τρωίλος ἔξω τοῦ τείχους ἐγυμνάζετο, καὶ
ταῦτα μακρὰν ἀπὸ τῆς πόλεως, οὐδ᾽ ἂν ἐγεώργουν τὴν Χερρόνησον,
ὡς ὁμολογοῦσι πάντες, εἴπερ ἐκράτουν τῆς Τρῳάδος, οὐδ᾽ ἂν ἐκ
Λήμνου οἶνος ἐκομίζετο αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.