Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[67]
καίτοιεἰ πρότερον ἐρῶσα τοῦ Ἀλεξάνδρου ἔμενεν, πῶς ἔτι ἐβούλετο
μένειν, εἰ μὴ καὶ Δηιφόβου αὐτὴν ἐρασθῆναι λέγουσιν; εἰκὸς γὰρ
ἦν πεῖσαι τοὺς Τρῶας, ἀποδοῦναι αὐτὴν ἑτοίμους ὄντας. εἰ δὲ
ἐφοβεῖτο τοὺς Ἀχαιούς, διαλύσεις πρότερον εὑρέσθαι χρῆν: καὶ
γὰρ ἐκεῖνοι ἀγαπητῶς ἂν ἀπηλλάγησαν τοῦ πολέμου, πλείστωνκαὶ ἀρίστων τεθνηκότων. ἀλλ᾽ οὐ γὰρ ἦν ἀληθὲς τὸ τῆς ἁρπαγῆς
οὐδὲ παρέσχον αἰτίαν τοῦ πολέμου οἱ Τρῶες, ὅθεν εὐέλπιδες ἦσαν
περιγενέσθαι. οἱ γὰρ ἄνθρωποι, ἐν οἷς ἂν ἀδικῶνται, μέχρι ἐσχάτου
ὑπομένουσιν ἀμυνόμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.