Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[65]
ταῦτα δὲ ἀκούσαντες οἱ
Τρῶες ἠγανάκτουν καὶ ὁ Πρίαμος καὶ πάντων μάλιστα ὁ Ἕκτωρ,ὅτι νόμῳ τοῦ Ἀλεξάνδρου λαβόντος παρὰ τοῦ πατρός, καὶ τῆς
Ἑλένης βουλομένης ἐκείνῳ συνοικεῖν, οἱ δὲ οὕτως ἀναίσχυντον
ἐτόλμων λέγειν λόγον: καὶ ἔφασαν γιγνώσκειν ὅτι ζητοῖεν πολέμου
πρόφασιν: αὐτοὶ δὲ μὴ ἄρχειν πολέμου, κρείττους ὄντες, ἀμύνεσθαι
δὲ ἐπιχειροῦντας. καὶ διὰ ταῦτα ὑπέμενον οἱ Τρῶεσπολὺν χρόνον πολεμούμενοι καὶ πολλὰ πάσχοντες, οὐχ ὅσα Ὅμηρός
φησιν, ὅμως δὲ καὶ τῆς γῆς αὐτῶν φθειρομένης καὶ πολλῶν ἀποθνῃσκόντων
ἀνθρώπων, ὅτι ἠπίσταντο ἀδικοῦντας τοὺς Ἀχαιοὺς
καὶ τὸν Ἀλέξανδρον οὐθὲν ἄτοπον πράξαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.