Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
αὐτοῖς. ταῦτα λέγων τὸν μὲν Τυνδάρεων παρῃτεῖτο καὶ συγγνώμην
ἔχειν ἐκέλευε: παραλογισθῆναι γὰρ αὐτὸν ὑπὸ δώρων: τὸν δὲ
Ἀλέξανδρον αἴτιον ἁπάντων ἀπέφαινε καὶ τὸν Πρίαμον: καὶ παρεκάλει
συστρατεύειν ἐπὶ τὴν Τροίαν: πολλὰς γὰρ ἐλπίδας ἔχειν
αἱρήσειν αὐτὴν συναραμένων ἁπάντων. γενομένου δὲ τούτου πολλὰ
χρήματα διαρπάσειν αὐτοὺς καὶ χώρας κρατήσειν τῆς ἀρίστης.
εἶναι γὰρ τὴν μὲν πόλιν πλουσιωτάτην ἁπασῶν, τοὺς δὲ ἀνθρώπους
ὑπὸ τρυφῆς διεφθαρμένους: ἔχειν δὲ καὶ συγγενεῖς πολλοὺς
ἐν τῇ Ἀσίᾳ τοὺς ἀπὸ Πέλοπος, οἳ συμπράξουσιν αὐτῷ, μισοῦντες
τὸν Πρίαμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.