Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
τῶν Ἑλλήνων πολεμίους. κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν
πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ
ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων: κύριον γὰρ εἶναι τῆς αὑτοῦ
θυγατρός: καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ
λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς
αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου
καὶ χαρᾶς: καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους
ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ
θυσιῶν καὶ εὐχῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.