previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50] τοῦ Ἰνδῶν. τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἔλεγεν αὐτὸς ἄρχειν ἀρξάμενος ἀπὸ Τροίας μέχρι Αἰθιοπίας: καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇ τε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐδὲ ξύμπαντεσοἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός: ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον: πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα: καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖσβασιλεῦσι κηδεύειν τῆς Ἀσίας τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην: ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα μετὰ Ἡρακλέους, ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: