Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ
ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως
οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν
γυναῖκας παρ᾽ ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς
ἐνδοξοτάτοις, καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη,
πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς
Ἀσίας ἁπάσης, καὶ οὐδὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλως τε
καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς
ἐπιμιξίας γενομένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.