Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
εἰ δ᾽ αὖ ἐβούλετο τὰ
μέγιστα καὶ φοβερώτατα εἰπεῖν καὶ πάθη παντοδαπὰ καὶ συμφοράς,
ἔτι δὲ ὃ πάντων μάλιστα ἕκαστος ἐπόθει ἀκοῦσαι, τί μεῖζον
ἢ δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως; οὔτε ἀνθρώπους πλείους
ἀποθνήσκοντας οὐδὲ οἰκτρότερον τοὺς μὲν ἐπὶ τοὺς βωμοὺς τῶν
θεῶν καταφεύγοντας, τοὺς δὲ ἀμυνομένους ὑπὲρ τῶν τέκνων καὶ
τῶν γυναικῶν, οὔτε γυναῖκας ἢ παρθένους ἄλλοτε ἀγομένας βασιλίδας
ἐπὶ δουλείᾳ τε καὶ αἰσχύνῃ, τὰς μὲν ἀνδρῶν, τὰς δὲ πατέρων,
τὰς δὲ ἀδελφῶν ἀποσπωμένας, τὰς δέ τινας αὐτῶν τῶν ἀγαλμάτων,
ὁρώσας μὲν τοὺς φιλτάτους ἄνδρας ἐν φόνῳ κειμένους καὶ μὴ δυναμένας
ἀσπάσασθαι μηδὲ καθελεῖν τοὺς ὀφθαλμούς, ὁρώσας δὲ τὰ
νήπια βρέφη πρὸς τῇ γῇ παιόμενα ὠμῶς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.