Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
φρονῶν ταῦτ᾽ ἔλεγεν, ἀλλ᾽ αἰνιττόμενος καὶ μεταφέρων. τί οὖν
κωλύει καὶ περὶ τῶν ἀνθρώπων αὐτὸν οὕτως εἰρηκέναι; ὅστις γὰρ
περὶ θεᾶν οὐ φανερῶς τἀληθῆ φησιν, ἀλλὰ τοὐναντίον οὕτως ὥστε
τὰ ψευδῆ μᾶλλον ὑπολαμβάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταῦτα
μηδὲν ὠφελούμενος, πῶς ἂν περί γε ἀνθρώπων ὀκνήσειεν ὁτιοῦν
ψεῦδος εἰπεῖν; καὶ ὅτι μὲν πεποίηκεν ἀλγοῦντας τοὺς θεοὺς καὶ
στένοντας καὶ τιτρωσκομένους καὶ ἀποθνῄσκοντας σχεδόν, ἔτι δὲ
μοιχείας καὶ δεσμὰ καὶ διεγγυήσεις θεῶν, οὐ λέγω, πρότερον εἰρημένα
πολλοῖς. οὐδὲ γὰρ βούλομαι κατηγορεῖν Ὁμήρου, μόνον δὲ
ἐπιδεῖξαι τἀληθὲς ὡς γέγονεν: ἐπεί τοι καὶ ἀπολογήσομαι περὶ
αὐτοῦ τὰ ἐμοὶ δοκοῦντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.