Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[154]
τοῖς ἀρίστοις: Πρίαμον δὲ τὸν βασιλέα τῆς Ἀσίας ἐν ἐσχάτῳ γήρᾳ
κατατρωθέντα παρὰ τὸν τοῦ Διὸς βωμόν, ἀφ᾽ οὗ τὸ γένος ἦν,
ἐπ᾽ αὐτῷ σφαγῆναι, καὶ μηδὲ τοῦτο εἰργάσθαι μηδένα τῶν ἀφανῶν,
ἀλλὰ τὸν τοῦ Ἀχιλλέως υἱόν, καὶ ταῦτα ἑστιαθέντα ὑπὸ τοῦ
πατρὸς αὐτοῦ καὶ σωθέντα ὑπ᾽ ἐκείνου πρότερον: Ἑκάβην δέ,δύστηνον τοσούτων μητέρα παίδων, Ὀδυσσεῖ δοθῆναι ἐπὶ ὕβρει,
ὑπό τε τοῦ μεγέθους τῶν κακῶν πάνυ γελοίως κύνα γενέσθαι:
τὸν δὲ βασιλέα τῶν Ἑλλήνων τὴν ἱερὰν κόρην τοῦ Ἀπόλλωνος, ἣν
οὐδεὶς ἐτόλμησε γῆμαι διὰ τὸν θεόν, αὐτὸν ἀγαγέσθαι γυναῖκα,
ὅθεν ἔδοξε τεθνηκέναι δικαίως: πόσῳ κρείττω ταῦτα μὴ γενόμενατοῖς Ἕλλησιν ἢ Τροίαν ἁλῶναι;
[p. 155]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.