Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[131]
ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας
ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην: τοὺς δὲ νικῶντας καὶ
διακινδυνεύειν μένοντας: τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν
ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν
τὴν ἀσφαλεστάτην ὥραν, ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ
πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας
διαφθαρῆναι παρ᾽ ὀλίγον. αἵ τε οἴκοι συμφοραὶ καταλαβοῦσαι
τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν
ἀσθένειαν αὐτῶν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.