ἔτι δὲ οὕτω χαλεπῶς διατεθῆναι πρὸς τὸν Πάριν, αὐτὴν ἐπιτρέψασαντὴν κρίσιν: καίτοι οὐδὲ τῶν ἀνθρώπων ὃς ἂν ἐπιτρέψῃ δίαιταν, ἐχθρὸν ἡγεῖται τὸν διαιτητήν, ἐὰν μὴ δικάσῃ καθ᾽ ἑαυτόν: τὴν δέ γε Ἀφροδίτην οὕτως αἰσχρὰν καὶ ἄδικον καὶ ἀσύμφορον δοῦναι δωρεάν, καὶ μηδένα ποιήσασθαι λόγονμήτε τῆς Ἑλένης ἀδελφῆς οὔσης μήτε τοῦ Ἀλεξάνδρου τοῦ προκρίναντος αὐτήν, ἀλλὰ χαρίζεσθαιτοιοῦτον γάμον δι᾽ ὃν αὐτός τε ἔμελλεν ἀπόλλυσθαι καὶ οἱ γονεῖς αὐτοῦ καὶ ἡ πόλις.
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.