Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[129]
ταῦτα προειπούσης αὐτοῖς τῆς Κασσάνδρας. ταῦτα οὐκ ἐνυπνίοις
ἐοικότα τῷ ὄντι καὶ ἀπιθάνοις ψεύσμασιν; ἐν γὰρ τοῖς ὅρῳ γεγραμμένοις
ὀνείρασιν οἱ ἄνθρωποι τοιαύτας ὄψεις ὁρῶσι, νῦν μὲν
δοκοῦντες ἀποθνῄσκειν καὶ σκυλεύεσθαι, πάλιν δὲ ἀνίστασθαι καὶ
μάχεσθαι γυμνοὶ ὄντες, ἐνίοτε δὲ οἰόμενοι διώκειν καὶ τοῖς θεοῖσδιαλέγεσθαι καὶ αὑτοὺς ἀποσφάττειν καὶ μηδενὸς δεινοῦ ὄντος,
καὶ οὕτως, εἰ τύχοι ποτέ, πέτεσθαι καὶ βαδίζειν ἐπὶ τῆς θαλάττης.
ὥστε καὶ τὴν Ὁμήρου ποίησιν ὀρθῶς ἄν τινα εἰπεῖν ἐνύπνιον,
καὶ τοῦτο ἄκριτον καὶ ἀσαφές.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.