Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
πάνυ δὲ ἀσθενῶς καὶ ἀπιθάνως τὴν ἀριστείαν διελθών, ὁτὲ μὲνποταμῷ μαχόμενον αὐτόν, ὁτὲ δὲ ἀπειλοῦντα Ἀπόλλωνι καὶ διώκοντα
αὐτόν: ἐξ ὧν ἁπάντων ἰδεῖν ἔστι τὴν ἀπορίαν αὐτοῦ σχεδόν:
οὐ γάρ ἐστιν ἐν τοῖς ἀληθέσιν οὕτως ἀπίθανος οὐδὲ ἀηδής: μόλις
ποτὲ τῶν Τρώων εἰς τὴν πόλιν φευγόντων, τὸν Ἕκτορα πεποίηκε
πρὸ τοῦ τείχους ἀνδρειότατα ὑπομένοντα αὐτὸν καὶ μήτε τῷ πατρὶδεομένῳ μήτε τῇ μητρὶ πειθόμενον, ἔπειτα φεύγοντα κύκλῳ τῆς
[p. 143]
πόλεως, ἐξὸν εἰσελθεῖν, καὶ τὸν Ἀχιλλέα, τάχιστον ἀνθρώπων ἀεί
ποτε ὑπ᾽ αὐτοῦ λεγόμενον, οὐ δυνάμενον καταλαβεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.