Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] εἰ δὲ καὶ ἰδιωτικὸν παράπηγμα ἁψικάρδιον θέλεις, μάλιστά σε εὔκολον πρὸς τὸν θάνατον ποιήσει ἡ ἐπίστασις ἡ ἐπὶ τὰ ὑποκείμενα, ὧν μέλλεις ἀφίστασθαι, καὶ μεθ̓ ἠθῶν οὐκέτι ἔσται ἡ ... ἐμπεφυρμένη. προσκόπτεσθαι μὲν γὰρ αὐτοῖς ἥκιστα δεῖ, ἀλλὰ καὶ κήδεσθαι καὶ πρᾴως φέρειν, μεμνῆσθαι μέντοι ὅτι οὐκ ἀπ̓ ἀνθρώπων ὁμοδογματούντων σοι ἡ ἀπαλλαγὴ ἔσται. τοῦτο γὰρ μόνον, εἴπερ ἄρα, ἀνθεῖλκεν ἂν καὶ κατεῖχεν ἐν τῷ ζῆν, εἰ συζῆν ἐφεῖτο τοῖς τὰ αὐτὰ δόγματα περιπεποιημένοις: νῦν δ̓ ὁρᾷς ὅσος ὁ κόπος ἐν τῇ διαφωνίᾳ τῆς συμβιώσεως, ὥστε εἰπεῖν: θᾶττον ἔλθοις, ὦ θάνατε, μή που καὶ αὐτὸς ἐπιλάθωμαι ἐμαυτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.