Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ταὐτά ἐστι τὰ τοῦ κόσμου ἐγκύκλια, ἄνω κάτω, ἐξ αἰῶνος εἰς αἰῶνα. καὶ ἤτοι ἐφ̓ ἕκαστον ὁρμᾷ ἡ τοῦ ὅλου διάνοια: ὅπερ εἰ ἔστιν, ἀποδέχου τὸ ἐκείνης ὁρμητόν: ἢ ἅπαξ ὥρμησε, τὰ δὲ λοιπὰ κατ̓ ἐπακολούθησιν καὶ τί ἐντείνῃ; τρόπον γάρ τινα ἄτομοι ἢ ἀμερῆ. τὸ δ̓ ὅλον, εἴτε θεός, εὗ ἔχει πάντα: εἴτε τὸ εἰκῇ, μὴ καὶ σὺ εἰκῇ. Ἤδη πάντας ἡμᾶς γῆ καλύψει, ἔπειτα καὶ αὐτὴ μεταβαλεῖ κἀκεῖνα εἰς ἄπειρον μεταβαλεῖ καὶ πάλιν ἐκεῖνα εἰς ἄπειρον. τὰς γὰρ ἐπικυματώσεις τῶν μεταβολῶν καὶ ἀλλοιώσεων ἐνθυμούμενός τις καὶ τὸ τάχος παντὸς θνητοῦ καταφρονήσει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.