Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοίνυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται ἡ αἴσθησις. ὁρμήσαντι ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι. τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν: τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐ βλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται ῾ σφαῖρος κυκλοτερὴς μονίᾐ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.