Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] Τρίτον, ὅτι, εἰ μὲν ὀρθῶς ταῦτα ποιοῦσιν, οὐ δεῖ δυσχεραίνειν: εἰ ὀ οὐκ ὀρθῶς, δηλονότι ἄκοντες καὶ ἀγνοοῦντες. πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται, ὥσπερ τοῦ ἀληθοῦς, οὕτως καὶ τοῦ κατ̓ ἀξίαν ἑκάστῳ προσφέρεσθαι. ἄχθονται γοῦν ἀκούοντες ἄδικοι καὶ ἀγνώμονες καὶ πλεονέκται καὶ καθάπαξ ἁμαρτητικοὶ περὶ τοὺς πλησίον. Τέταρτον, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις καὶ ἄλλος τοιοῦτος εἷ: καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχῃ, ἀλλὰ τήν γε ἕξιν ἐποιστικὴν ἔχεις, εἰ καὶ διὰ δειλίαν ἢ δοξοκοπίαν ἢ τοιοῦτό τι κακὸν ἀπέχῃ τῶν ὁμοίων ἁμαρτημάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.