previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡδὺ γελάσας Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα [p. 315] Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι. [2] μὲν οὖν Δάφνις ἐκ. πλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών: δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάληνοἰχόμεθαεἶπεν γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά. [3] Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα: ἀλλ̓ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ̓ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: