Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] Ἀλλ̓ ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά: τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ πυρὶ παραμένοντες ἔνδον [p. 287] κατεκέκλειντο, ὥστε πάνυ ἠπορεῖτο ὁ Δάφνις ὡς οὐκ ἐπ̓ αἰσίοις ὄρνισιν ἐλθών: καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν ὅ τι λεχθῆναι πιθανώτατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.